Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.30 Joseph. AJ 5.35 (English) >>Joseph. AJ 5.40

5.33

Ἄχαρος δέ τις Ζεβεδαίου παῖς ὢν ἐκ τῆς Ἰούδα φυλῆς εὑρὼν χλαμύδα βασίλειον ἐκ χρυσοῦ μὲν πᾶσαν ὑφασμένην, μᾶζαν δὲ χρυσοῦ σταθμὸν ἕλκουσαν σίκλων διακοσίων καὶ δεινὸν ἡγησάμενος, εἰ κινδυνεύσας ηὕρατο κέρδος, τοῦτο τῆς ἰδίας χρείας ἀφελόμενος δοῦναι φέρων τῷ θεῷ καὶ μὴ δεομένῳ, ὄρυγμα βαθὺ ποιήσας ἐν τῇ αὐτοῦ σκηνῇ κατώρυξεν εἰς τοῦτο, λήσειν νομίζων ὡς τοὺς συστρατιώτας οὕτως καὶ τὸν θεόν. 5.34

Ἐκλήθη δὲ τόπος ἐν στρατόπεδον ἐβάλετο Ἰησοῦς Γάλγαλα· σημαίνει δὲ τοῦτο ἐλευθέριον ὄνομα· διαβάντες γὰρ τὸν ποταμὸν ἐλευθέρους ἑαυτοὺς ἤδη ἀπό τε τῶν Αἰγυπτίων καὶ τῆς ἐν τῇ ἐρήμῳ ταλαιπωρίας ἐγίνωσκον. 5.35

Μετὰ δʼ ὀλίγας ἡμέρας τῆς Ἱεριχοῦντος συμφορᾶς πέμπει τρισχιλίους ὁπλίτας Ἰησοῦς εἰς Ναϊὰν πόλιν ὑπὲρ τῆς Ἱεριχοῦντος κειμένην αἱρήσοντας, οἳ συμβαλόντων αὐτοῖς τῶν Ναϊητῶν τραπέντες ἀποβάλλουσιν ἄνδρας ἓξ καὶ τριάκοντα. 5.36τοῦτʼ ἀγγελθὲν τοῖς Ἰσραηλίταις λύπην τε μεγάλην καὶ δεινὴν ἐποίησεν ἀθυμίαν οὐ κατὰ τὸ οἰκεῖον τῶν ἀπολωλότων, καίτοι γε πάντων ἀνδρῶν ἀγαθῶν καὶ σπουδῆς ἀξίων διεφθαρμένων, ἀλλὰ κατὰ ἀπόγνωσιν· 5.37πιστεύοντες γὰρ ἤδη τῆς γῆς ἐγκρατεῖς εἶναι καὶ σῶον ἕξειν ἐν ταῖς μάχαις τὸν στρατὸν οὕτως τοῦ θεοῦ προϋπεσχημένου, τεθαρρηκότας παραδόξως ἑώρων τοὺς πολεμίους· καὶ σάκκους ἐπενδύντες ταῖς στολαῖς διʼ ὅλης ἡμέρας ἐν δακρύοις ἦσαν καὶ πένθει τροφῆς οὐδεμίαν ἐπιζήτησιν ποιούμενοι, μειζόνως δὲ τὸ συμβεβηκὸς εἶχον ἀχθόμενοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.30 Joseph. AJ 5.35 (English) >>Joseph. AJ 5.40

Powered by PhiloLogic